Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/18

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες; οὐδέ τοι αὐτὸς
ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.»
Τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
«Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 255
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,
οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον,
ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.»
Τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
«δούρατα δ’, αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 260
ἑσταότ’ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα,
Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
τώ μοι δούρατά τ’ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.» 265
Τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
«καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
πόλλ’ ἔναρα Τρώων· ἀλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 270
ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.»
Τὸν δ’ αὖτ’ Ἰδομενεύς, Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
«οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; 275
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
ἐς λόχον, ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν,
ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος ἐξεφαάνθη·
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμός, 280
ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει,