ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάῤῥοος ὤσῃ,
ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
ὕψι δ’ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ’ ὑπ’ αὐτοῦ 140
ὕλη· ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
ἰσόπεδον, τότε δ’ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
ὣς Ἕκτωρ ἧος μὲν ἀπείλει μέχρι θαλάσσης
ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
κτείνων· ἀλλ’ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι 145
στῆ ῥα μάλ’ ἐγχριμφθείς· οἱ δ’ ἀντίοι υἷες Ἀχαιῶν
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
«Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, 150
παρμένετ’· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί,
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
ἀλλ’ ὀΐω χάσσονται ὑπ’ ἔγχεος, εἰ ἐτεόν με
ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.»
Ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. 155
Δηΐφοβος δ’ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
Πριαμίδης, πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην,
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
Μηριόνης δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην 160
ταυρείην· τῆς δ’ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
ἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ’ ἥρως
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ’ αἰνῶς 165
ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/14
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν