Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/15

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
Οἱ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.
Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα, 170
Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 175
ναῖε δὲ πὰρ Πριάμῳ· ὁ δέ μιν τίεν ἶσα τέκεσσι.
τόν ῥ’ υἱὸς Τελαμῶνος ὑπ’ οὔατος ἔγχεϊ μακρῷ
νύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος· ὁ δ’ αὖτ’ ἔπεσεν μελίη ὥς,
ἥ τ’ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· 180
ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Τεῦκρος δ’ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
Ἕκτωρ δ’ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν· ὁ δ’ Ἀμφίμαχον Κτεάτου υἷ’ Ἀκτορίωνος, 185
νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 190
Ἕκτορος· ἀλλ’ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ’ ἄρα χαλκῷ
σμερδαλέῳ κεκάλυφθ’· ὁ δ’ ἄρ’ ἀσπίδος ὀμφαλὸν οὖτα,
ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὁ δὲ χάσσατ’ ὀπίσσω
νεκρῶν ἀμφοτέρων, τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί.
Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεύς, 195