Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/124

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
Ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱός,
Ἱππόθοος, ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην,
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας, 290
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷ
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
τὸν δ’ υἱὸς Τελαμῶνος ἐπαΐξας δι’ ὁμίλου
πλῆξ’ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
ἤρικε δ’ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ, 295
πληγεῖσ’ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
αἱματόεις· τοῦ δ’ αὖθι λύθη μένος, ἐκ δ’ ἄρα χειρῶν
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
κεῖσθαι· ὁ δ’ ἄγχ’ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ, 300
τῆλ’ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 305
τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν,
Φωκήων ὄχ’ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
οἰκία ναιετάασκε πολέσσ’ ἄνδρεσσιν ἀνάσσων,
τὸν βάλ’ ὑπὸ κληῗδα μέσην· διὰ δ’ ἀμπερὲς ἄκρη
αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· 310
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱόν,
Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸς
ἤφυσ’· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 315
χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,