Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/125

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

Φόρκυν θ’ Ἱππόθοόν τε, λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων.
Ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 320
Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ’ αὐτὸς Ἀπόλλων
Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικώς,
κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· 325
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
«Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· 330
ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
νίκην· ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον οὐδὲ μάχεσθε.»
Ὣς ἔφατ’, Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα
ἔγνω ἐς ἄντα ἰδών, μέγα δ’ Ἕκτορα εἶπε βοήσας·
«Ἕκτόρ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων, 335
αἰδὼς μὲν νῦν ἧδε γ’ ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
ἀλλ’ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
Ζῆν’ ὕπατον μήστωρα μάχης ἐπιτάῤῥοθον εἶναι·
τώ ῥ’ ἰθὺς Δαναῶν ἴομεν, μηδ’ οἵ γε ἕκηλοι 340
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.»
Ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
οἱ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρί,
υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. 345
τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν,