Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/115

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
ἧς ἥβης ἀπόνηθ’, ὅτε μ’ ὤνατο καί μ’ ὑπέμεινε 25
καί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
στήῃς· ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω 30
ἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο,
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.»
Ὣς φάτο, τὸν δ’ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
«νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις
γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ’ ἀγορεύεις, 35
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην,
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας
Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. 40
ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
οὐδ’ ἔτ’ ἀδήριτος ἤτ’ ἀλκῆς ἤτε φόβοιο.»
Ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην·
οὐδ’ ἔῤῥηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ’ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ 45
Ἀτρεΐδης Μενέλαος, ἐπευξάμενος Διὶ πατρί·
ἂψ δ’ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
νύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή,