Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/114

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Ρ


Οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον,
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ ὥς τις περὶ πόρτακι μήτηρ
πρωτοτόκος κινυρή, οὐ πρὶν εἰδυῖα τόκοιο· 5
ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην,
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι.
οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ’ ἄρ’ αὐτοῦ 10
ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
«Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ’ ἔναρα βροτόεντα·
οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ’ ἐπικούρων
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· 15
τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.»
Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
«Ζεῦ πάτερ, οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
οὔτ’ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος 20
οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος