Ὣς φάτο, ῥίγησεν δ’ ὃ γέρων, ἐκέλευσε δ’ ἑταίρους
ἵππους ζευγνύμεναι· τοὶ δ’ ὀτραλέως ἐπίθοντο. 260
ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους.
Ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 265
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
ὄρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
ἂν δ’ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 270
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
τοῖσιν δ’ Ἀτρεΐδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών· 275
«Ζεῦ πάτερ, Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις,
καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
ἀνθρώπους τίνυσθον ὅτις κ’ ἐπίορκον ὀμόσσῃ,
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ’ ὅρκια πιστά· 280
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι, 285
τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν ἥν τιν’ ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.
εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/98
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ