«οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 230
ἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
οὕς κεν ἐῢ γνοίην καί τ’ οὔνομα μυθησαίμην· 235
δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
ἢ δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι, 240
νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ ἅ μοί ἐστιν.»
Ὣς φάτο, τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα
ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
Κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, 245
ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης,
ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
«ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 250
Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
ἐς πεδίον καταβῆναι ἵν’ ὅρκια πιστὰ τάμητε·
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί·
τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο· 255
οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.»
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/97
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ