Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/64

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας.» 165
Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα·
καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
ἐσταότ’· οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης 170
ἅπτετ’, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
«διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
φεύξεσθ’ ἐν νήεσσι πολυκλήϊσι πεσόντες, 175
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ’ ἔτ’ ἐρώει,
σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, 180
μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας.»
Ὣς φάθ’, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
αὐτὸς δ’ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν 185
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
«δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, 190
ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος·
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε;