Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/63

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ ἱκόμεσθα.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· 140
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.»
Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
κινήθη δ’ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
πόντου Ἰκαρίοιο, τὰ μέν τ’ Εὖρός τε Νότος τε 145
ὤρορ’ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν,
ὣς τῶν πᾶσ’ ἀγορὴ κινήθη· τοὶ δ’ ἀλαλητῷ
νῆας ἔπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη 150
ἵστατ’ ἀειρομένη· τοὶ δ’ ἀλλήλοισι κέλευον
ἅπτεσθαι νηῶν ἠδ’ ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ’ ἐξεκάθαιρον· ἀϋτὴ δ’ οὐρανὸν ἷκεν
οἴκαδε ἱεμένων· ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν.
Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη, 155
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
«ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης,
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν 160
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,