αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· 785
“τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ’ ὅ γε πολλὸν ἀμείνων.
ἀλλ’ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι
καί οἱ σημαίνειν· ὁ δὲ πείσεται εἰς ἀγαθόν περ.”
ὣς ἐπέτελλ’ ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ’ ἔτι καὶ νῦν 790
ταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, 795
ἀλλὰ σέ περ προέτω, ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
Τρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν 800
τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.
ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.»
Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
βῆ δὲ θέειν παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα. 805
ἀλλ’ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
ἷξε θέων Πάτροκλος, ἵνά σφ’ ἀγορή τε θέμις τε
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/283
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ