Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/282

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ

ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
πέτρης τ’ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
ἔνθ’ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵππους, 760
πάντες δ’ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ’ ἀνδρῶν.
ὣς ἔον, εἴ ποτ’ ἔον γε, μετ’ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
πολλὰ μετακλαύσεσθαι ἐπεί κ’ ἀπὸ λαὸς ὄληται.
ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλεν 765
ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.
νῶϊ δέ τ’ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
Πηλῆος δ’ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
λαὸν ἀγείροντες κατ’ Ἀχαιΐδα πουλυβότειραν. 770
ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
ἠδὲ σέ, πὰρ δ’ Ἀχιλῆα· γέρων δ’ ἱππηλάτα Πηλεὺς
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱεροῖσι. 775
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ’ ἔπειτα
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς,
ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγε,
ξείνιά τ’ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, 780
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι·
σφὼ δὲ μάλ’ ἠθέλετον, τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον.
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ