Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/262

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ

ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ·
Ἀτρεΐδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. 165
οἱ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο
ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετ’ αἰεὶ
Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
ἀλλ’ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, 170
ἔνθ’ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
οἱ δ’ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
πάσας· τῇ δέ τ’ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 175
πρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἱ δ’ ἐφέβοντο.
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. 180
ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης,
οὐρανόθεν καταβάς· ἔχε δ’ ἀστεροπὴν μετὰ χερσίν.
Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· 185
«βάσκ’ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
θύνοντ’ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
τόφρ’ ἀναχωρείτω, τὸν δ’ ἄλλον λαὸν ἀνώχθω
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 190
αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.»