εἰ νῶϊ ζωοὺς πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.» 135
Ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν·
«εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν,
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ 140
αὖθι κατακτεῖναι μηδ’ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.»
Ἦ, καὶ Πείσανδρον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε
δουρὶ βαλὼν πρὸς στῆθος· ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη.
Ἱππόλοχος δ’ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε, 145
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας,
ὅλμον δ’ ὣς ἔσσευε κυλίνδεσθαι δι’ ὁμίλου.
τοὺς μὲν ἔασ’· ὁ δ’ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
τῇ ῥ’ ἐνόρουσ’, ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, 150
ἱππεῖς δ’ ἱππῆας—ὑπὸ δέ σφισιν ὦρτο κονίη
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων—
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
αἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων.
ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, 155
πάντῃ τ’ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόῤῥιζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
ὣς ἄρ’ ὑπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
Τρώων φευγόντων, πολλοὶ δ’ ἐριαύχενες ἵπποι
κείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας 160
ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ’ ἐπὶ γαίῃ
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/261
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ