Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/234

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι

οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ 685
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν, οἵ μοι ἕποντο,
Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, 690
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· 695
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
«Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα,
μυρία δῶρα διδούς· ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. 700
ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
ἦ κε μένῃ· τότε δ’ αὖτε μαχήσεται ὁππότε κέν μιν
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ 750
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
ὀτρύνων, καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες, 710
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.