Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/233

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι

ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.» 655
Ὣς ἔφαθ’, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ’ Ὀδυσσεύς.
Πάτροκλος δ’ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
αἳ δ’ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε, 660
κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
ἔνθ’ ὁ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
τῷ δ’ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. 665
Πάτροκλος δ’ ἑτέρωθεν ἐλέξατο· πὰρ δ’ ἄρα καὶ τῷ
Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
Οἱ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν 670
δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ’ ἐρέοντο·
πρῶτος δ’ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«εἴπ’ ἄγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
ἤ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
ἦ ἀπέειπε, χόλος δ’ ἔτ’ ἔχει μεγαλήτορα θυμόν;» 675
Τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
«Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
κεῖνός γ’ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ’ ἔτι μᾶλλον
πιμπλάνεται μένεος, σὲ δ’ ἀναίνεται ἠδὲ σὰ δῶρα.
αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν 680
ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφι
νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας.
καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι