Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/186

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
«κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,
ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, 370
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ’ ἐθέλωσι 375
παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
κήομεν· ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·
δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν· 380
ἠῶθεν δ’ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
«Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, 385
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
κτήματα μὲν ὅσ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο Τροίηνδ’—ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι— 390
πάντ’ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι·
κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ ἐθέλητε
παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς 395