Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/185

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η

πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· 340
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
ἥ χ’ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
μή ποτ’ ἐπιβρίση πόλεμος Τρώων ἀγερώχων.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
Τρώων αὖτ’ ἀγορὴ γένετ’ Ἰλίου ἐν πόλει ἄκρῃ, 345
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
τοῖσιν δ’ Ἀντήνωρ πεπνυμένος ἦρχ’ ἀγορεύειν·
«κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,
ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ 350
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ’ ὅρκια πιστὰ
ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.»
Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, 355
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἀντῆνορ σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. 360
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω·
ἀντικρὺ δ’ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
κτήματα δ’ ὅσσ’ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
πάντ’ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι.»
Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη 365
Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,