Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/182

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η

διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· ὃ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφω 255
σύν ῥ’ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ’ ἔῤῥηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ 260
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
τμήδην δ’ αὐχέν’ ἐπῆλθε, μέλαν δ’ ἀνεκήκιεν αἷμα,
ἀλλ’ οὐδ’ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
ἀλλ’ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· 265
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
μέσσον ἐπομφάλιον· περιήχησεν δ’ ἄρα χαλκός.
δεύτερος αὖτ’ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
ἧκ’ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον,
εἴσω δ’ ἀσπίδ’ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, 270
βλάψε δέ οἱ φίλα γούναθ’· ὃ δ’ ὕπτιος ἐξετανύσθη
ἀσπίδι ἐγχριμφθείς· τὸν δ’ αἶψ’ ὤρθωσεν Ἀπόλλων.
καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν οὐτάζοντο,
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
ἦλθον, ὃ μὲν Τρώων, ὃ δ’ Ἀχαιῶν χαλκοχιτώνων, 275
Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
«μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, 280
ἄμφω δ’ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.