νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
«Ἰδαῖ’ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. 285
ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.»
Τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
«Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
καὶ πινυτήν, περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος 290
σήμερον· ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.
νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
ὡς σύ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· 295
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
δῶρα δ’ ἄγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· 300
“ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.”»
Ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. 305
τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
ἤϊ’, ὁ δ’ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/183
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η