Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/150

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

λύσασ’ ἐξ ὀχέων, περὶ δ’ ἠέρα πουλὺν ἔχευε·
τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
Αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι,
ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι 780
ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
ἔνθα στᾶσ’ ἤϋσε θεὰ λευκώλενος Ἥρη,
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, 785
ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα·
«αἰδὼς Ἀργεῖοι κάκ’ ἐλέγχεα εἶδος ἀγητοί·
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· 790
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.»
Ὣς εἰποῦσ’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Τυδεΐδῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
εὗρε δὲ τόν γε ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν
ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. 795
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
ἀσπίδος εὐκύλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
ἂν δ’ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ ἀπομόργνυ.
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
«ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. 800
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
οὐδ’ ἐκπαιφάσσειν, ὅτε τ’ ἤλυθε νόσφιν Ἀχαιῶν
ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·