Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/151

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· 805
αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ,
κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκα
ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάῤῥοθος ἦα.
σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω,
καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· 810
ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν,
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ’ ἔπειτα
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.»
Τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
«γιγνώσκω σε, θεά, θύγατερ Διὸς αἰγιόχοιο· 815
τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ’ ἐπικεύσω.
οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
οὔ μ’ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 820
ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ.
τοὔνεκα νῦν αὐτός τ’ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνδάδε πάντας·
γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· 825
«Τυδεΐδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ
μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον
ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάῤῥοθός εἰμι·
ἀλλ’ ἄγ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα 830
τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων
Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.»
Ὣς φαμένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε, 835