ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
τόξοισιν πίσυνος· τὰ δέ μ’ οὐκ ἄρ’ ἔμελλον ὀνήσειν. 205
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα,
Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ’ ἀμφοτέροιιν
ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν 210
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
πατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην 215
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.»
Τὸν δ’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
«μὴ δ’ οὕτως ἀγόρευε· πάρος δ’ οὐκ ἔσσεται ἄλλως,
πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. 220
ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. 225
ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ’ ἐμοὶ ἵπποι.»
Τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
«Αἰνεία σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω· 230
μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/131
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε