Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/130

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ,
οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων.
ἀλλ’ ἄγε τῷδ’ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχών,
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 175
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν·
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.»
Τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
«Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 180
Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
ἵππους τ’ εἰσορόων· σάφα δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν.
εἰ δ’ ὅ γ’ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι 185
ἕστηκ’ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
καί μιν ἔγωγ’ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, 190
ἔμπης δ’ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίην·
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 195
ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
ἵπποισίν μ’ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· 200
ἀλλ’ ἐγὼ οὐ πιθόμην—ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν—
ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς