πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ’ ὤμου·
αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
«κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 115
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ’ ἐμὲ φῖλαι Ἀθήνη·
δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
ὅς μ’ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
δηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.» 120
Ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη,
γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα 125
ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται
μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι 130
τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ.
Ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη,
Τυδεΐδης δ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι· 135
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ’ εἰροπόκοις ὀΐεσσι
χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ’ οὐ προσαμύνει,
ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ’ ἐρῆμα φοβεῖται· 140
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/128
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε