Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/127

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
Τυδεΐδην δ’ οὐκ ἂν γνοίης ποτέροισι μετείη, 85
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ’ Ἀχαιοῖς.
θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
χειμάῤῥῳ, ὅς τ’ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
οὔτ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 90
ἐλθόντ’ ἐξαπίνης ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·
πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν·
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων, οὐδ’ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
 Τὸν δ’ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 95
θύνοντ’ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ’ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ’ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον,
θώρηκος γύαλον· διὰ δ’ ἔπτατο πικρὸς ὀϊστός,
ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ’ αἵματι θώρηξ. 100
τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
«ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
δήθ’ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.» 105
Ὣς ἔφατ’ εὐχόμενος· τὸν δ’ οὐ βέλος ὠκὺ δάμασσεν,
ἀλλ’ ἀναχωρήσας πρόσθ’ ἵπποιιν καὶ ὄχεσφιν
ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
«ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.» 110
Ὣς ἄρ’ ἔφη, Σθένελος δὲ καθ’ ἵππων ἆλτο χαμᾶζε,