οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
ἀλλ’ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
ἵππους δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 25
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ’ ὄχεσφι,
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
χειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· 30
«Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
μάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
νῶϊ δὲ χαζώμεσθα, Διὸς δ’ ἀλεώμεθα μῆνιν;»
Ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· 35
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ,
Τρῶας δ’ ἔκλιναν Δαναοί· ἕλε δ’ ἄνδρα ἕκαστος
ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 40
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
τὸν μὲν ἄρ’ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ 45
νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
ἤριπε δ’ ἐξ ὀχέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε.
Τὸν μὲν ἄρ’ Ἰδομενῆος ἐσύλευον θεράποντες·
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
Ἀτρεΐδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι 50
ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/125
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε