Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/124

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Ε


Ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
δῶκε μένος καὶ θάρσος, ἵν’ ἔκδηλος μετὰ πᾶσιν
Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ,
ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5
λαμπρὸν παμφαίνῃσι λελουμένος Ὠκεανοῖο·
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
Ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων,
ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην, 10
Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
τὼ μὲν ἀφ’ ἵπποιιν, ὁ δ’ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· 15
Τυδεΐδεω δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ
ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· ὁ δ’ ὕστερος ὄρνυτο χαλκῷ
Τυδεΐδης· τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ’ ἀφ’ ἵππων.
Ἰδαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, 20
οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·