Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/121

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ

ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν.
Ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας,
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
Ἴδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντος 475
γείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ ἕσπετο μῆλα ἰδέσθαι·
τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν 480
δεξιόν· ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχος
ἦλθεν· ὁ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς,
ἥ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασι·
τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ 485
ἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
ἣ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας.
τοῖον ἄρ’ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
Αἴας διογενής· τοῦ δ’ Ἄντιφος αἰολοθώρηξ
Πριαμίδης καθ’ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. 490
τοῦ μὲν ἅμαρθ’, ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον,
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ’ ἐρύοντα·
ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 495
στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων. 500
τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ