Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/120

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ

Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
ἐρχομένη καθ’ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. 445
Οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 450
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα.
ὡς δ’ ὅτε χείμαῤῥοι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· 455
ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω 460
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
ἕλκε δ’ ὑπ’ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα 465
τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ’ ὁρμή.
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη,
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
ὣς τὸν μὲν λίπε θυμός, ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη 470