ἀσπίδ’ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 350
«Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ’ ἔοργε,
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
ὄφρα τις ἐῤῥίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.»
Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 355
καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην·
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· ὃ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 360
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
Ἀτρεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· 365
ἦ τ’ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν.
Ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς· 370
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· 375
κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ.
τὴν μὲν ἔπειθ’ ἥρως μετ’ ἐϋκνήμιδας Ἀχαιοὺς
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/101
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ