ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
«Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 320
ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε,
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.»
Ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 325
οἳ μὲν ἔπειθ’ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο·
αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 330
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ’ αὐτῷ.
ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 335
κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν.
Οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 340
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
δεινὸν δερκόμενοι· θάμβος δ’ ἔχεν εἰσορόωντας
Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
σείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε. 345
πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀτρεΐδαο κατ’ ἀσπίδα πάντοσε ἴσην,
οὐδ’ ἔῤῥηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/100
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ