Μετάβαση στο περιεχόμενο

Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/42

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
18cap. 1.
Ποιμάνδρης

ὃς γνωσθῆναι βούλεται καὶ γινώσκεται τοῖς ἰδίοις· ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα· ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ· ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ ἐμόρφωσεν· ἅγιος εἶ, ὁ πάσης δυνάμεως ἰσχυρότερος· ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων· ἅγιος εἶ, ὁ κρείττων τῶν ἐπαίνων· δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε. 32 αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ' οὐσίαν ἡμῶν ἐπίνευσόν μοι, καὶ ἐνδυνάμωσόν με, καὶ τῆς χάριτος ταύτης φώτισον τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μοῦ ἀδελφούς, υἱοὺς δὲ σοῦ. διὸ πιστεύω σοι καὶ μαρτυρῶ, εἰς ζωὴν καὶ φῶς χωρῶ. εὐλογητὸς εἶ, πάτερ· ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἐξουσίαν.

2. συνιστάμενος τὰ πάντα Patr.7. ἀνατεταμένας Turn. Fluss.8. αἰτοῦμεν Patr.║ τῆς κατ' οὐσίαν ἡμῶν om. Patr.9. μοι] με B, om. A.10. φωτίσω AB, πλήρωσόν με marg. B.║ ἀγνοίαις Patr.11. σοι] sic Patr. om. reliqui.