Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/554

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

προσχοῦσι τῇ νήσῳ, τοῖς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτῆς ἀπόσχωσιν, καὶ φράζειν ὅπου προσχεῖν τῆς νήσου ἄμεινον καὶ ὅπου ὁρμίσασθαι. Οἳ δὲ καὶ ὕπαρ λέγουσιν φανῆναί σφισιν ἐπὶ τοῦ ἱστοῦ ἢ ἐπ' ἄκρου τοῦ κέρως τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους· τοσόνδε μόνον τῶν Διοσκούρων μεῖον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκουροι τοῖς πανταχοῦ πλωϊζομένοις ἐναργεῖς φαίνονται καὶ φανέντες σωτῆρες γίνονται· ὃ δὲ τοῖς πελάζουσιν ἤδη τῇ νήσῳ. Οἳ δὲ καὶ τὸν Πάτροκλόν σφισιν ὀφθῆναι ἐνύπνιον λέγουσιν. Τάδε μὲν ὑπὲρ τῆς νήσου τῆς τοῦ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τῶν ἢ αὐτῶν προσχόντων ἢ ἄλλων πεπυσμένων· καί μοι δοκεῖ οὐκ ἄπιστα εἶναι. Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρωα εἶναι, τῇ τε εὐγενείᾳ τεκμαιρόμενος, καὶ τῷ κάλλει καὶ τῇ ῥώμῃ τῆς ψυχῆς καὶ τῷ νέον μεταλλάξαι ἐξ ἀνθρώπων καὶ τῇ Ὁμήρου ἐπ' αὐτῷ ποιήσει καὶ τῷ ἐρωτικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανεῖν ἑλέσθαι τοῖς παιδικοῖς.

35. Ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα. Ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα. Καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα. Ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν εἰς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι. Ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι τριακόσιοι. Ἀπὸ δὲ Τομέως εἰς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν. Ἐνθένδε ἐς Καρῶν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν· καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κληΐζεται. Ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα