Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/553

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χροιᾶς ὀνομάζουσι. Ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί· καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. Καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς παλαιᾶς ἐργασίας. Ἡ δὲ νῆσος ἀνθρώπων μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς· καὶ ταύτας [μὲν] ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι [ἀεὶ] προσίσχουσιν· καὶ [γὰρ καὶ] ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων. Ταῦτα ξύμπαντα χαριστήρια τῷ Ἀχιλλεῖ ἀνάκειται, καὶ ἐπιγράμματα, τὰ μὲν ῥωμαϊκῶς, τὰ δὲ ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως. Ἔστι δὲ ἃ καὶ τοῦ Πατρόκλου· καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμῶσιν σὺν τῷ Ἀχιλλεῖ, ὅσοι τῷ Ἀχιλλεῖ χαρίζεσθαι ἐθέλουσιν. Ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῇ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορῶναι αἱ θαλάσσιοι τὸ πλῆθος οὐ σταθμητοί. Οὗτοι οἱ ὄρνιθες θεραπεύουσιν τοῦ Ἀχιλλέως τὸν νεών. Ἕωθεν ὁσημέραι καταπέτονται εἰς τὴν θάλασσαν· ἔπειτα ἀπὸ τῆς θαλάσσης βεβρεγμένοι τὰ πτερὰ, σπουδῇ αὖ εἰσπέτονται εἰς τὸν νεών, καὶ ῥαίνουσιν τὸν νεών. Ἐπειδὰν δὲ καλῶς ἔχῃ, οἳ δὲ ἐκκαλλύνουσιν αὖ τὸ ἔδαφος τοῖς πτεροῖς.

33. Οἳ δὲ καὶ τάδε ἱστοροῦσιν· τῶν προσεσχηκότων τῇ νήσῳ ἱερεῖα τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ταῖς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν, τὰ δὲ ἀφιέναι τῷ Ἀχιλλεῖ· τοὺς δέ τινας ὑπὸ χειμῶνος ἐξαναγκασθέντας προσέχειν· καὶ τούτους παρ' αὐτοῦ τοῦ θεοῦ αἰτεῖν ἱερεῖον, χρωμένους ἐπὶ τῶν ἱερείων, εἰ λῷόν σφισιν καὶ ἄμεινον θῦσαι ὅ τι περ αὐτοὶ τῇ γνώμῃ ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν ἀξίαν σφίσιν δοκοῦσαν. Εἰ δὲ ἀπαγορεύοι ὁ χρησμός (εἶναι γὰρ χρησμοὺς ἐν τῷ νεῷ), προσβάλλειν τῇ τιμῇ· εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν· συγχωρήσαντος δὲ, γιγνώσκειν ὅτι ἀποχρῶσα ἡ τιμή ἐστιν. Τὸ δὲ ἱερεῖον ἵστασθαι ἐπὶ τῷδε αὐτόματον, μηδὲ ἀποφεύγειν ἔτι. Καὶ τοῦτο δὴ πολὺ ἀνακεῖσθαι τὸ ἀργύριον τῷ ἥρῳ τὰς τιμὰς τῶν ἱερείων.

34. Φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοῖς μὲν