Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/529

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ οὗτος τριάκοντα διέχει ἀπὸ τοῦ Ψυχροῦ. Ἐχόμενος δὲ τοῦ Ψυχροῦ ἐστιν ὁ Ῥίζιος ποταμός, ἑκατὸν εἴκοσι στάδια διέχων ἀπὸ τοῦ Καλοῦ. Καὶ ἀπὸ τούτου τριάκοντα Ἄσκουρος ἄλλος ποταμός· καὶ Ἀδιηνός τις ἀπὸ τοῦ Ἀσκούρου ἑξήκοντα· ἐνθένδε εἰς Ἀθήνας ὀγδοήκοντα καὶ ἑκατόν. Ταῖς δὲ Ἀθήναις Ζάγατις ποταμὸς ἑπτὰ μάλιστα στάδια ἀπ' αὐτῶν διέχων πρόσκειται. Ἀπὸ δὲ τῶν Ἀθηνῶν ὁρμηθέντες τὸν Πρύτανιν παρημείψαμεν, ἵναπερ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν. Καὶ οὗτος ἀπέχει τεσσαράκοντα σταδίους ἀπὸ τῶν Ἀθηνῶν. Τοῦ Πρυτάνεως δὲ ἔχεται ὁ Πυξίτης ποταμός· στάδιοι ἐνενήκοντα ἐν μέσῳ ἀμφοῖν. Καὶ ἀπὸ τοῦ Πυξίτου ἐς Ἄρχαβιν ἄλλοι ἐνενήκοντα, ἀπὸ δὲ Ἀρχάβιος εἰς Ἄψαρον ἑξήκοντα.

9. Ἀπὸ δὲ Ἀψάρου ἄραντες τὸν Ἄκαμψιν παρημείψαμεν νύκτωρ, ἐς πεντεκαίδεκα σταδίους ἀπέχοντα