Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/530

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τοῦ Ἀψάρου. Ὁ δὲ Βαθὺς ποταμὸς ἑβδομήκοντα καὶ πέντε ἀπέχει τούτου· καὶ ὁ Ἀκινάσης ἀπὸ τοῦ Βαθέος ἐνενήκοντα· ἐνενήκοντα δὲ καὶ ἀπὸ Ἀκινάσου ὁ Ἶσις. Ναυσίποροι δέ εἰσιν ὅ τε Ἄκαμψις καὶ ὁ Ἶσις, καὶ αὔρας τὰς ἑωθινὰς ἰσχυρὰς ἐκπέμπουσιν. Ἀπὸ δὲ Ἴσιος τὸν Μῶγρον παρημείψαμεν. Ἐνενήκοντα στάδιοι μεταξὺ τοῦ Μώγρου εἰσὶν καὶ τοῦ Ἴσιος· καὶ οὗτος ναυσίπορος.

10. Ἐνθένδε εἰς τὸν Φᾶσιν εἰσεπλεύσαμεν ἐνενήκοντα τοῦ Μώγρου διέχοντα, ποταμῶν ὧν ἐγὼ ἔγνων κουφότατον ὕδωρ παρεχόμενον καὶ τὴν χροιὰν μάλιστα ἐξηλλαγμένον· τὴν μὲν γὰρ κουφότητα τῷ τε σταθμῷ τεκμαίροιτο ἄν τις, καὶ πρὸς τούτου, ὅτι ἐπιπλεῖ τῇ θαλάσσῃ, οὐχὶ δὲ συμμίγνυται, καθάπερ τῷ Πηνειῷ τὸν Τιταρήσιον λέγει ἐπιρρεῖν Ὅμηρος καθύπερθεν ἠύτ' ἔλαιον. Καὶ ἦν κατὰ μὲν τοῦ ἐπιρρέοντος βάψαντα γλυκὺ τὸ ὕδωρ ἀνιμήσασθαι· εἰ δὲ εἰς βάθος τις καθῆκεν τὴν κάλπιν, ἁλμυρόν. Καίτοι ὁ πᾶς Πόντος πολύ τι γλυκυτέρου τοῦ ὕδατός ἐστιν ἤπερ ἡ ἔξω θάλαττα· καὶ τούτου τὸ αἴτιον οἱ ποταμοί εἰσιν, οὔτε πλῆθος οὔτε μέγεθος σταθμητοὶ ὄντες. Τεκμήριον δὲ τῆς γλυκύτητος, εἰ τεκμηρίων δεῖ ἐπὶ τοῖς αἰσθήσει φαινομένοις, ὅτι πάντα τὰ βοσκήματα οἱ προσοικοῦντες τῇ θαλάττῃ ἐπὶ τὴν θάλατταν κατάγουσιν καὶ ἀπ' αὐτῆς ποτίζουσιν· τὰ δὲ πίνοντά τε ἡδέως ὁρᾶται, καὶ λόγος κατέχει ὅτι καὶ ὠφέλιμον αὐτοῖς τοῦτο τὸ ποτόν ἐστιν τοῦ γλυκέος μᾶλλον. Ἡ δὲ χρόα τῷ Φάσιδι οἵα ἀπὸ μολίβδου ἢ καττιτέρου βεβαμμένου τοῦ ὕδατος· καταστὰν δὲ καθαρώτατον γίγνεται. Οὐ τοίνυν νενόμισται εἰσκομίσαι ὕδωρ εἰς τὸν Φᾶσιν τοὺς εἰσπλέοντας· ἀλλ' ἐπειδὰν εἰσβαίνωσιν ἤδη εἰς τὸν ῥοῦν, παραγγέλλεται πᾶν ἐκχέαι τὸ ἐνὸν ὕδωρ ἐν ταῖς ναυσίν· εἰ δὲ μή, λόγος κατέχει ὅτι οἱ τούτου ἀμελήσαντες οὐκ εὐπλοοῦσι. Τὸ δὲ ὕδωρ τοῦ Φάσιδος οὐ σήπεται, ἀλλὰ μένει ἀκραιφνὲς καὶ ὑπὲρ δέκατον ἔτος, πλήν γε δὴ ὅτι εἰς τὸ γλυκύτερον μεταβάλλει.