μερινόν), Μάριον Ἑλληνίς, Ἀμαθοῦς (αὐτόχθονές εἰσιν)· αὗται πᾶσαι λιμένας ἔχουσαι ἐρήμους. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν μεσογείαι βάρβροι. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
104. Συρια και Φοινικη. Ἔστι μετὰ Κιλικίαν ἔθνος Σύροι. Ἐν δὲ τῇ Συρίαι οἰκοῦσι τὰ παρὰ θάλατταν Φοίνικες ἔθνος, ἐπὶ στενὸν ἔλαττον ἢ ἐπὶ τετταράκοντα σταδίους ἀπὸ θαλάττης, ἐνιαχῆ δὲ οὐδὲ ἐπὶ σταδίους ιʹ τὸ πλάτος. Ἀπὸ δὲ Θαψάκου ποταμοῦ ἐστὶ Τρίπολις Φοινίκων, Ἄραδος νῆσος καὶ λιμήν, βασίλεια Τύρου, ὅσον ηʹ στάδια ἀπὸ τῆς γῆς, καὶ ἐν τῇ χερρονήσῳ ἑτέρα πόλις Τρίπολις· αἵτη ἐστὶν Ἀράδου καὶ Τύρου καὶ Σιδῶνος· ἐν τῷ αὐτῷ τρεῖς πόλεις καὶ περίβολον ἑκάστῃ τοῦ τείχους ἴδιον ἔχει· καὶ ὄρος Θεοῦ πρόσωπον, Τριήρης [πόλις] καὶ λιμήν, Βηρυτὸς πόλις καὶ λιμήν, Βορινός, Πορφυρέων πόλις, Σιδὼν πόλις καὶ λιμὴν κλειστός, Ὀρνίθων πόλις Σιδωνίων (Ἀπὸ Λεόντων πόλεως μέχρι Ὀρνίθων πόλεως **), Τυρίων πόλις Σάραπτα, ἄλλη πόλις Τύρος λιμένα