Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ποταμός, Σόλοι πόλις Ἑλληνίς, Ζεφύριον πόλις, ποταμὸς Πύραμος καὶ πόλις Μαλλός, εἰς ἣν ὁ ἀνάπλους κατὰ τὸν ποταμόν, ἐμπόριον Ἀδάνη καὶ λιμὴν Μυρίανδος Φοινίκων, Θάψακος ποταμός. Παράπλους Κιλικίας ἀπὸ τῶν Παμφυλίας ὁρίων μέχρι Θαψάκου ποταμοῦ, τριῶν ἡμερῶν καὶ νυκτῶν δύο. Ἐκ δὲ Σινώπης τῆς ἐν τῷ Πόντῳ διὰ τῆς ἠπείρου καὶ τῆς Κιλικίας εἰς Σόλους ὁδός ἐστιν ἀπὸ θαλάσσης εἰς θαλάσσαν ἡμερῶν εʹ.
103. Κυπρος. Κατὰ δὲ Κιλικίαν ἐστὶ νῆσος Κύπρος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Σαλαμὶς Ἑλληνίς, λιμένα ἔχουσα κλειστὸν χειμερινόν, Καρπάσεια, Κερύνεια, Λήπηθις Φοινίκων, Σόλοι (καὶ αὕτη λιμένα ἔχει χει-