Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/197

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐστιν ἀκρωτήριον. Πρὸς νότον δὲ ἄνεμον πλοῦς εἰς Λιβύην, ἐπὶ Χερρονήσου δὲ τὰς Ἁλιάδας τὰς Κυρηναίων πλοῦς ἡμέρας καὶ νυκτός. Ἔστι δὲ ἡ Κρήτη μακρὰ στάδια βφʹ, στενὴ δέ, καὶ τέταται ἀπὸ ἡλίου δυσμῶν πρὸς ἡλίου ἀνατολάς. Οἰκοῦσι δὲ ἐν Κρήτῃ Ἕλληνες, οἱ μὲν ἄποικοι Λακεδαιμονίων, οἱ δὲ Ἀργείων, οἱ δὲ Ἀθηναίων, οἱ δὲ ἀπὸ τῆς Ἑλλάδος τῆς ἄλλης ὁπόθεν ἔτυχεν. Εἰσὶ δέ τινες αὐτῶν καὶ αὐτόχθονες. Πόλεις πολλαὶ ἐν Κρήτηι. [Κρητης θεσις.] * ὡς ἀκρωτηρίῳ ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον ἡ προειρημένη Φαλασάρνα καὶ λιμὴν κλειστός· Πολυρρηνία,