Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/196

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μὴν καὶ ἀντίπυγος τούτου Ψαμαθοῦς λιμήν. Τούτων ἀμφοτέρων ἐν μέσῳ προέχον εἰς θάλασσαν ἱερὸν Ποσειδῶνος, Ταίναρος· καὶ Λᾶς πόλις καὶ λιμήν, Γύθειον ἐν ὧι νεώριον, καὶ τεῖχος, καὶ ποταμὸς Εὐρώτας, καὶ Βοΐα πόλις, καὶ Μαλέα ἄκρα. [Κυθηρα.] Κατὰ ταύτην κεῖται Κύθηρα νῆσος καὶ πόλις καὶ λιμήν. Κατὰ δὲ ταύτην ἐστὶ Κρήτη νῆσος. Μετὰ δὲ ταύτην τὴν προειρημένην ἄκραν Μαλέαν Σίδη πόλις καὶ λιμήν, Ἐπίδαυρος πόλις καὶ λιμήν, Πρασία πόλις καὶ λιμήν, Μέθανα πόλις καὶ λιμήν. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ πόλεις Λακεδαιμονίων. Ἐν μεσογείαι δ᾽ ἐστὶ Σπάρτη καὶ ἄλλαι πολλαί. Παράπλους δὲ τῆς Λακεδαιμονίων χώρας ἡμερῶν τριῶν.

47. Κρητη. Κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη· ἐγγυτάτω γὰρ Λακεδαίμων κεῖται τῆς Εὐρώπης. Διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον τῆς Κρήτης, ἐφ᾽ ὧι ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. Ἀπὸ δὲ Φαλασάρνων Κριοῦ μέτωπόν