Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/195

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μεσογείας. Εἰσὶ δὲ αὐτῶν πόλεις ἐν μεσογείαι αἱ μεγάλαι αἵδε· Τέγεα, Μαντίνεια, Ἡραία, Ὀρχομενός, Στύμφαλος. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Λεπρεατῶν χώρας στάδια ρʹ.

45. Μεσσηνη. Μετὰ δὲ Ἀρκαδίαν ἐστὶν ἔθνος Μεσσήνη, καὶ πόλεις ἐν αὐτῇ αἵδε· (πρώτη Μεσσήνη καὶ λιμήν·) Κυπάρισσος ἀπέχουσα ἀπὸ θαλάττης στάδια ζʹ, Ἰθώμη ἐν μεσογείαι ἀπέχουσα ἀπὸ θαλάττης στάδια πʹ. Παράπλους δὲ τῆς Μεσσηνίας χώρας στάδια τʹ.

46. Λακεδαιμων. ** Λακεδαίμων ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε· Ἀσίνη, Μοθώνη, Ἀχίλλειος λι-