ἴσον ἐμφαίνοντες ἀλλήλων, πλὴν ὅσον ὁ μὲν ἔκκειται τοῦ ἀέρος, ὁ δὲ τὴν πηγὴν ὑποδέδυκεν. ἐφέστηκε γὰρ τὸ μειράκιον ὕδατι ἑστῶτι, μᾶλλον δὲ ἀτενίζοντι ἐς αὐτὸ καὶ οἷον διψῶντι τοῦ κάλλους.
κδ΄. Ἀνάγνωθι τὴν ὑάκινθον, γέγραπται γάρ, καί φησιν ἀναφῦναι τῆς γῆς ἐπὶ μειρακίῳ καλῷ, καὶ θρηνεῖ αὐτὸ ἅμα τῷ ἦρι, γένεσιν, οἶμαι, παρ᾽ αὐτοῦ λαβοῦσα, ὅτε ἀπέθανε, καὶ μή σε λειμὼν ἀναβάλῃ τοῦτο, καὶ γὰρ ἐνταῦθα ἐκπέφυκεν, ὁποία τῆς γῆς ἀνέσχε. λέγει δὲ ἡ γραφὴ καὶ ὑακινθίνην εἶναι τῷ μειρακίῳ τὴν κόμην, καὶ τὸ αἷμα ἔμβιον τῇ γῇ πινόμενον ἐς οἰκεῖόν τι χρῶσαι τὸ ἄνθος. ῥεῖ δὲ ἀπ᾽ αὐτῆς τῆς κεφαλῆς, ἐμπεπτωκότος αὐτῇ τοῦ δίσκου. δεινὴ μὲν ἡ διαμαρτία καὶ οὐδὲ πιστὴ λέγεσθαι κατὰ τοῦ Ἀπόλλωνος· ἐπεὶ δὲ οὐ σοφισταὶ τῶν μύθων ἥκομεν, οὐδὲ ἀπιστεῖν ἕτοιμοι, θεαταὶ δὲ μόνον τῶν γεγραμμένων, ἐξετάσωμεν τὴν γραφήν, καὶ πρῶτόν γε τὴν βαλβῖδα τοῦ δίσκου. βαλβὶς διακέχωσται μικρὰ καὶ ἀποχρῶσα ἑνὶ ἑστῶτι, ἣ δὴ τὸ κατόπιν καὶ τὸ δεξιὸν σκέλος ἀνέχουσα πρανῆ τὰ ἔμπροσθεν ἐργάζεται καὶ κουφίζουσα θάτερον τοῖν σκελοῖν, ὃ χρὴ συναναπάλλεσθαι καὶ συμπορεύεσθαι τῇ δεξιᾷ. τὸ δὲ σχῆμα τοῦ δίσκον ἀνέχοντος ἐξαλλάξαντα τὴν κεφαλὴν ἐπὶ δεξιὰ χρὴ κυρτοῦσθαι τοσοῦτον, ὅσον ὑποβλέψαι τὰ πλευρὰ καὶ ῥιπτεῖν, οἷον ἀνιμῶντα καὶ προσεμβάλλοντα τοῖς δεξιοῖς πᾶσι. καὶ ὁ Ἀπόλλων οὕτω πως ἐδίσκευσεν, οὐ γὰρ ἂν ἄλλως ἀφῆκεν, ἐμπεσὼν δὲ ὁ δίσκος ἐς τὸ μειράκιον τὸ μὲν κεῖται ὑπ᾽ αὐτῷ γε τῷ δίσκῳ —Λακωνικὸν τὸ μειράκιον καὶ τὴν κνή-