Μετάβαση στο περιεχόμενο

Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/385

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 399.]327
ΕΙΚΟΝΕΣ

μέντοι, μειράκιον, οὐ γραφή τις ἐξηπάτησεν, οὐδὲ χρώμασιν ἢ κηρῷ προστέτηκας, ἀλλ᾽ ἐκτυπῶσάν σε τὸ ὕδωρ, οἷον εἶδες αὐτό, οὐκ οἶσθα, οὔτε τὸ τῆς πηγῆς ἐλέγχεις σόφισμα, νεῦσαι δέον καὶ παρατρέψαι τοῦ εἴδους καὶ τὴν χεῖρα ὑποκινῆσαι καὶ μὴ ἐπὶ ταὐτοῦ ἑστάναι, σὺ δ᾽, ὥσπερ ἑταίρῳ ἐντυχὼν τἀκεῖθεν περιμένεις. εἶτά σοι ἡ πηγὴ μύθῳ χρήσεται; οὗτος μὲν οὖν οὐδ̓ἐπαίει τι ἡμῶν, ἀλλ̓ἐμπέπτωκεν ἐπὶ τὸ ὕδωρ αὐτοῖς ὠσὶ καὶ αὐτοῖς ὄμμασιν, αὐτοὶ δὲ ἡμεῖς, ὥσπερ γέγραπται, λέγωμεν. ὀρθὸν ἀναπαύεται ἐναλλάξαν τὼ πόδε τὸ μειράκιον καὶ τὴν χεῖρα ὑπέχον πεπηγότι τῷ ἀκοντίῳ ἐν ἀριστερᾷ, ἡ δεξιὰ δὲ περιῆκται ἐς τὸ ἰσχίον ἀνασχεῖν τε αὐτὸν καὶ σχῆμα πράττειν ἐκκειμένων τῶν γλουτῶν διὰ τὴν τῶν ἀριστερῶν ἔκκλισιν. δεικνύει δὲ ἡ χεὶρ ἀέρα μέν, καθ᾽ ὃ κυρτοῦται ὁ ἀγκών, ῥυτίδα δὲ καρ᾽ ὃ στρεβλοῦται ὁ καρπὸς καὶ σκιὰν παρέχεται συνιζάνουσα ἐς τὸ θέναρ, λοξαὶ δ᾽ αἱ ἀκτῖνες τῆς σκιᾶς διὰ τὴν ἔσω ἐπιστροφὴν τῶν δακτύλων. τὸ δὲ ἐν τῷ στέρνῳ ἆσθμα οὐκ οἶδα εἴτε κυνηγετικὸν ἔτι, εἴτε ἤδη ἐρωτικόν· τό γε μὴν ὄμμα ἱκανῶς ἐρῶντος, τὸ γὰρ χαροπὸν αὐτοῦ καὶ γοργὸν ἐκ φύσεως πραύνει τις ἐφιζάνων ἵμερος, δοκεῖ δ᾽ ἴσως καὶ ἀντερᾶσθαι, βλεπούσης αὐτὸν τῆς σκιᾶς, ὡς ὑπ᾽ αὐτοῦ ὁρᾶται, πολλὰ καὶ περὶ τῆς κόμης ἐλέχθη ἄν, εἰ θηρῶντι αὐτῷ ἐνετύχομεν, μυρίαι γὰρ αὐτῆς αἱ κινήσεις ἐν τῷ δρόμῳ, καὶ μᾶλλον, ἐπειδὰν ὑπὸ ἀνέμου τινὸς ἔμπνους γένηται, τύχοι δ᾽ ἂν καὶ νῦν λόγου· ἀμφιλαφοῦς γὰρ οὔσης αὐτῆς καὶ οἷον χρυσῆς τὸ μὲν οἱ τένοντες ἐφέλκονται, τὸ δ᾽ ὑπὸ τῶν ὤτων κρίνεται, τὸ δὲ τῷ μετώπῳ ἐπισαλεύει, τὸ δὲ τῇ ὑπήνῃ ἐπιρρεῖ. ἴσοι τε ἄμφω οἱ Νάρκισσοι τὸ εἶδος