δὲ Ἱππότης γενόμενος ἐκ Μελανίππης ἐτέκνωσεν Αἰόλον· τούτου δ’ Ἄρνη γενομένη θυγάτηρ Βοιωτὸν ἐκ Ποσειδῶνος ἐγέννησεν. Αἰόλος δ’ ἀπιστῶν εἰ Ποσειδῶνι ἐμίγη καὶ τῇ φθορᾷ μεμφόμενος, παρέδωκε τὴν Ἄρνην Μεταποντίῳ ξένῳ κατὰ τύχην παρεπιδημοῦντι, προστάξας ἀπάγειν εἰς Μεταπόντιον. τούτου δὲ πράξαντος τὸ προσταχθέν, ἡ Ἄρνη τρεφομένη ἐν Μεταποντίῳ ἐγέννησεν Αἰόλον καὶ Βοιωτόν, οὓς ὁ Μεταπόντιος, ἄπαις ὤν, κατά τινα χρησμὸν υἱοποιήσατο. οὗτοι δ’ ἀνδρωθέντες, στάσεως γενομένης ἐν τῷ Μεταποντίῳ, βίᾳ κατέσχον τὴν βασιλείαν. ὕστερον δὲ τῆς Ἄρνης διενεχθείσης πρὸς Αὐτολύτην τὴν γυναῖκα τοῦ Μεταποντίου, βοηθοῦντες τῇ μητρὶ τὴν Αὐτολύτην ἀνεῖλον. δεινῶς δὲ φέροντος τοῦ Μεταποντίου τὸ συμβεβηκός, πλοῖα παρασκευασάμενοι καὶ τὴν Ἄρνην ἀναλαβόντες ἐξέπλευσαν μετὰ πολλῶν φίλων. Αἰόλος μὲν οὖν τὰς ἐν τῷ Τυρρηνικῷ πελάγει καλουμένας ἀπ’ αὐτοῦ νήσους Αἰολίδας κατέσχε, καὶ πόλιν ἔκτισε τὴν ὀνομαζομένην [ἀπ’ αὐτοῦ] Λιπάραν· Βοιωτὸς δὲ πλεύσας πρὸς Αἰόλον τὸν τῆς Ἄρνης πατέρα, καὶ τεκνωθεὶς ὑπ’ αὐτοῦ, παρέλαβε τῆς Αἰολίδος τὴν βασιλείαν· καὶ τὴν μὲν χώραν ἀπὸ τῆς μητρὸς Ἄρνην, τοὺς δὲ λαοὺς ἀφ’ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε. Βοιωτοῦ δὲ Ἴτωνος γενόμενος ἐτέκνωσεν υἱοὺς τέτταρας,
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/605
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
505
IV 66. 67.