Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/604

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
504
DIODORI SICULI

τὴν Ὅμηρον πολλὰ τῶν ἐπῶν σφετερισάμενον κοσμῆσαι τὴν ἰδίαν ποίησιν. ἐνθεαζούσης δ’ αὐτῆς πολλάκις καὶ χρησμοὺς ἀποφαινομένης, φασὶν ἐπικληθῆναι Σίβυλλαν· τὸ γὰρ ἐνθεάζειν κατὰ γλῶτταν ὑπάρχειν σιβυλλαίνειν. 67  οἱ δ’ ἐπίγονοι τὴν στρατείαν ἐπιφανῆ πεποιημένοι μετὰ πολλῶν λαφύρων ἀνέκαμψαν εἰς τὰς πατρίδας. τῶν δὲ Καδμείων τῶν συμφυγόντων εἰς τὸ Τιλφωσσαῖον Τειρεσίας μὲν ἐτελεύτησεν, ὃν θάψαντες λαμπρῶς οἱ Καδμεῖοι τιμαῖς ἰσοθέοις ἐτίμησαν· αὐτοὶ δὲ μεταναστάντες ἐκ τῆς πόλεως ἐπὶ Δωριεῖς ἐστράτευσαν, καὶ μάχῃ νικήσαντες τοὺς ἐγχωρίους ἐκείνους μὲν ἐξέβαλον ἐκ τῶν πατρίδων, αὐτοὶ δ’ ἐπί τινας χρόνους κατοικήσαντες, οἱ μὲν ἐν αὐτῇ κατέμειναν, οἱ δ’ ἐπανῆλθον εἰς τὰς Θήβας, Κρέοντος τοῦ Μενοικέως βασιλεύοντος. οἱ δ’ ἐκ τῶν πατρίδων ἐξελαθέντες ὕστερόν τισι χρόνοις κατῆλθον εἰς τὴν Δωρίδα καὶ κατῴκησαν ἐν Ἐρινεῷ καὶ Κυτινίῳ καὶ Βοιῷ.

Πρὸ δὲ τούτων τῶν χρόνων Βοιωτὸς ὁ Ἄρνης καὶ Ποσειδῶνος καταντήσας εἰς τὴν τότε μὲν Αἰολίδα, νῦν δὲ Θετταλίαν καλουμένην, τοὺς μεθ’ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε. περὶ δὲ τῶν Αἰολέων τούτων ἀναγκαῖον προσαναδραμόντας τοῖς χρόνοις τὰ κατὰ μέρος ἐκθέσθαι. ἐν τοῖς ἔμπροσθεν χρόνοις τῶν Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱῶν οἱ μὲν ἄλλοι κατῴκησαν ἐν τοῖς προειρημένοις τόποις, Μίμας δὲ μείνας ἐβασίλευσε τῆς Αἰολίδος. Μίμαντος