Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/592

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
492
DIODORI SICULI

δραμόντας τοῖς χρόνοις τὰ συμπεπλεγμένα τούτοις διελθεῖν, ἵνα σαφὴς ἡ σύμπασα γένηται διήγησις.

Τέκταμος ὁ Δώρου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος εἰς Κρήτην πλεύσας μετὰ Αἰολέων καὶ Πελασγῶν ἐβασίλευσε τῆς νήσου, γήμας δὲ τὴν Κρηθέως θυγατέρα ἐγέννησεν Ἀστέριον. οὗ βασιλεύοντος ἐν Κρήτῃ Ζεύς, ὥς φασιν, Εὐρώπην ἁρπάσας ἐκ Φοινίκης καὶ διακομίσας εἰς Κρήτην ἐπὶ ταύρου, μιγεὶς τρεῖς υἱοὺς ἐγέννησε, Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα. μετὰ δὲ ταῦτα τὴν Εὐρώπην Ἀστέριος ὁ βασιλεὺς τῆς Κρήτης ἔγημεν· ἄπαις δ’ ὢν τοὺς τοῦ Διὸς παῖδας υἱοποιησάμενος διαδόχους τῆς βασιλείας ἀπέλιπε. τούτων δὲ Ῥαδάμανθυς μὲν τοῖς Κρησὶν ἐνομοθέτησε, Μίνως δὲ διαδεξάμενος τὴν βασιλείαν καὶ γήμας Ἰτώνην τὴν Λυκτίου Λύκαστον ἐγέννησεν, ὃς διαδεξάμενος τὴν ἀρχὴν καὶ γήμας Ἴδην τὴν Κορύβαντος ἐγέννησε Μίνωα τὸν δεύτερον, ὅν τινες Διὸς υἱὸν ἀναγράφουσιν. οὗτος πρῶτος Ἑλλήνων ναυτικὴν δύναμιν ἀξιόλογον συστησάμενος ἐθαλαττοκράτησε. γήμας δὲ Πασιφάην τὴν Ἡλίου καὶ Κρήτης ἐγέννησε Δευκαλίωνα καὶ Κατρέα καὶ Ἀνδρόγεων καὶ Ἀριάδνην, καὶ ἕτερα τέκνα ἔσχε πλείονα νόθα. τῶν δὲ Μίνωος υἱῶν Ἀνδρόγεως μὲν εἰς τὰς Ἀθήνας κατήντησε Παναθηναίων συντελουμένων, Αἰγέως βασιλεύοντος, ἐν δὲ τοῖς ἀγῶσι νικήσας τοὺς ἀθλητὰς ἅπαντας συνήθης ἐγένετο τοῖς Πάλλαντος παισίν. ἐνταῦθ’ ὁ μὲν Αἰγεὺς ὑποπτεύσας τὴν Ἀνδρόγεω φιλίαν,