Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/593

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
493
IV 60. 61.

μήποθ’ ὁ Μίνως βοηθήσας τοῖς υἱοῖς τοῦ Πάλλαντος ἀφέληται τὴν ἀρχήν, ἐπεβούλευσε τῷ Ἀνδρόγεῳ. βαδίζοντος οὖν αὐτοῦ εἰς τὰς Θήβας ἐπί τινα θεωρίαν, ἐδολοφόνησεν αὐτὸν διά τινων ἐγχωρίων περὶ Οἰνόην τῆς Ἀττικῆς. 61  Μίνως δὲ πυθόμενος τὴν κατὰ τὸν υἱὸν συμφοράν, ἧκεν εἰς τὰς Ἀθήνας δίκας αἰτῶν τοῦ Ἀνδρόγεω φόνου. οὐδενὸς δ’ αὐτῷ προσέχοντος, πρὸς μὲν Ἀθηναίους πόλεμον συνεστήσατο, ἀρὰς δὲ ἐποιήσατο τῷ Διὶ γενέσθαι κατὰ τὴν πόλιν τῶν Ἀθηναίων αὐχμὸν καὶ λιμόν. ταχὺ δὲ περὶ τὴν Ἀττικὴν καὶ τὴν Ἑλλάδα γενομένων αὐχμῶν καὶ φθαρέντων τῶν καρπῶν, συνελθόντες οἱ τῶν πόλεων ἡγεμόνες ἐπηρώτησαν τὸν θεὸν πῶς ἂν δύναιντο τῶν κακῶν ἀπαλλαγῆναι. ὁ δ’ ἔχρησεν ἐλθεῖν αὐτοὺς πρὸς Αἰακὸν τὸν Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ θυγατρός, καὶ κελεύειν ὑπὲρ αὐτῶν εὐχὰς ποιήσασθαι. ὧν πραξάντων τὸ προσταχθέν, ὁ μὲν Αἰακὸς ἐπετέλεσε τὰς εὐχάς, καὶ ὁ αὐχμὸς παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν ἐπαύσατο, παρὰ δὲ τοῖς Ἀθηναίοις μόνοις διέμεινεν· οὗ δὴ χάριν ἠναγκάσθησαν οἱ Ἀθηναῖοι τὸν θεὸν ἐπερωτῆσαι περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. εἶθ’ ὁ μὲν θεὸς ἔχρησεν, ἐὰν τοῦ Ἀνδρόγεω φόνου τῷ Μίνῳ δίκας δῶσιν ἃς ἂν ἐκεῖνος δικάσῃ· ὑπακουσάντων δὲ τῷ θεῷ τῶν Ἀθηναίων, προσέταξεν αὐτοῖς ὁ Μίνως διδόναι κόρους ἑπτὰ καὶ τὰς ἴσας κόρας δι’ ἐτῶν ἐννέα βορὰν τῷ Μινωταύρῳ ὅσον ἂν χρόνον ζῇ τὸ