Μετάβαση στο περιεχόμενο

Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/549

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
449
IV 33.

τε ὁ Ἱπποκόων καὶ μετ’ αὐτοῦ δέκα μὲν υἱοί, τῶν δ’ ἄλλων Σπαρτιατῶν παμπληθεῖς. ἀπὸ δὲ ταύτης τῆς στρατείας ἐπανιὼν εἰς τὴν Ἀρκαδίαν, καὶ καταλύσας παρὰ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς Αὔγῃ καὶ ταύτην ποιήσας ἔγκυον εἰς Στύμφαλον ἐπανῆλθεν. Ἄλεως δ’ ἀγνοῶν τὸ πεπραγμένον, ὡς ὁ τῆς γαστρὸς ὄγκος ἐμήνυσε τὴν φθοράν, ἐζήτει τὸν φθείραντα. τῆς δ’ Αὔγης ἀποφαινομένης ὅτι βιάσαιτο αὐτὴν Ἡρακλῆς, ἀπιστήσας τοῖς ὑπὸ ταύτης λεγομένοις ταύτην μὲν παρέδωκε Ναυπλίῳ φίλῳ καθεστῶτι, καὶ προσέταξε καταποντίσαι. Αὔγη δ’ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενομένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν· τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα. μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύπλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν· ὁ γὰρ Ναύπλιος καταποντίσαι μὲν αὐτὴν κατὰ τὰς ἐντολὰς οὐκ ἔκρινε, ξένοις δέ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι· οὗτοι δ’ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι. τὸ δ’ ἀπολειφθὲν ἐν τῷ Παρθενίῳ βρέφος ὑπὸ τῆς Αὔγης βουκόλοι τινὲς Κορύθου τοῦ βασιλέως εὑρόντες ὑπό τινος ἐλάφου τῷ μαστῷ τρεφόμενον, ἐδωρήσαντο τῷ δεσπότῃ. ὁ δὲ